Site hosted by Angelfire.com: Build your free website today!

 

Odysseus refuses to take some cheeses and just go. They wait for the monster to return with his sheep and goats. He closes the entrance with a mighty rock

 

 

231.          "ἔνθα δὲ πῦρ κήαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοὶ

232.          τυρῶν αἰνύμενοι φάγομεν, μένομέν τέ μιν ἔνδον

233.          ἥμενοι, ἧος ἐπῆλθε νέμων. φέρε δ᾽ ὄβριμον ἄχθος

234.          ὕλης ἀζαλέης, ἵνα οἱ ποτιδόρπιον εἴη,

235.         ἔντοσθεν δ᾽ ἄντροιο βαλὼν ὀρυμαγδὸν ἔθηκεν·

236.         ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθ᾽ ἐς μυχὸν ἄντρου.

237.         αὐτὰρ ὅ γ᾽ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα

238.         πάντα μάλ᾽ ὅσσ᾽ ἤμελγε, τὰ δ᾽ ἄρσενα λεῖπε θύρηφιν,

239.         ἀρνειούς τε τράγους τε, βαθείης ἔκτοθεν αὐλῆς.

240.         αὐτὰρ ἔπειτ᾽ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσ᾽ ἀείρας,

241.         ὄβριμον· οὐκ ἂν τόν γε δύω καὶ εἴκοσ᾽ ἄμαξαι

242.         ἐσθλαὶ τετράκυκλοι ἀπ᾽ οὔδεος ὀχλίσσειαν·

243.         τόσσην ἠλίβατον πέτρην ἐπέθηκε θύρῃσιν.

244.         ἑζόμενος δ᾽ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,

245.          πάντα κατὰ μοῖραν, καὶ ὑπ᾽ ἔμβρυον ἧκεν ἑκάστῃ.

246.          αὐτίκα δ᾽ ἥμισυ μὲν θρέψας λευκοῖο γάλακτος

247.          πλεκτοῖς ἐν ταλάροισιν ἀμησάμενος κατέθηκεν,

248.          ἥμισυ δ᾽ αὖτ᾽ ἔστησεν ἐν ἄγγεσιν, ὄφρα οἱ εἴη

249.          πίνειν αἰνυμένῳ καί οἱ ποτιδόρπιον εἴη.

 

The monster catches sight of Odysseus and his men and in a frightful voice asks them who they are. Odysseus replies and they present themselves as suppliants under the protection of Zeus

 

250.          αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,

251.          καὶ τότε πῦρ ἀνέκαιε καὶ εἴσιδεν, εἴρετο δ᾽ ἡμέας·

252.          " ᾽ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθ᾽ ὑγρὰ κέλευθα;

253.          ἦ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε,

254.          οἷά τε ληιστῆρες, ὑπεὶρ ἅλα, τοί τ᾽ ἀλόωνται

255.          ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;"

256.          "ὣς ἔφαθ᾽, ἡμῖν δ᾽ αὖτε κατεκλάσθη φίλον ἦτορ,

257.          δεισάντων φθόγγον τε βαρὺν αὐτόν τε πέλωρον.

258.          ἀλλὰ καὶ ὥς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·

259.          " ᾽ἡμεῖς τοι Τροίηθεν ἀποπλαγχθέντες Ἀχαιοὶ

260.          παντοίοις ἀνέμοισιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης,

261.          οἴκαδε ἱέμενοι, ἄλλην ὁδὸν ἄλλα κέλευθα

262.          ἤλθομεν· οὕτω που Ζεὺς ἤθελε μητίσασθαι.

263.          λαοὶ δ᾽ Ἀτρεΐδεω Ἀγαμέμνονος εὐχόμεθ᾽ εἶναι,

264.          τοῦ δὴ νῦν γε μέγιστον ὑπουράνιον κλέος ἐστί·

265.          τόσσην γὰρ διέπερσε πόλιν καὶ ἀπώλεσε λαοὺς

266.          πολλούς. ἡμεῖς δ᾽ αὖτε κιχανόμενοι τὰ σὰ γοῦνα

267.          ἱκόμεθ᾽, εἴ τι πόροις ξεινήιον ἠὲ καὶ ἄλλως

268.          δοίης δωτίνην, ἥ τε ξείνων θέμις ἐστίν.

269.          ἀλλ᾽ αἰδεῖο, φέριστε, θεούς· ἱκέται δέ τοί εἰμεν,

270.          Ζεὺς δ᾽ ἐπιτιμήτωρ ἱκετάων τε ξείνων τε,

271.          ξείνιος, ὃς ξείνοισιν ἅμ᾽ αἰδοίοισιν ὀπηδεῖ.

 


The Cyclops is contemptuous and asks them where their ship lies. Odysseus is evasive

 

272.          ὣς ἐφάμην, δέ μ᾽ αὐτίκ᾽ ἀμείβετο νηλέι θυμῷ·

273.          "νήπιός εἰς, ξεῖν᾽, τηλόθεν εἰλήλουθας,

274.          ὅς με θεοὺς κέλεαι δειδίμεν ἀλέασθαι·

275.          οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν

276.          οὐδὲ θεῶν μακάρων, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·

277.          οὐδ᾽ ἂν ἐγὼ Διὸς ἔχθος ἀλευάμενος πεφιδοίμην

278.          οὔτε σεῦ οὔθ᾽ ἑτάρων, εἰ μὴ θυμός με κελεύοι.

279.          ἀλλά μοι εἴφ᾽ ὅπῃ ἔσχες ἰὼν ἐυεργέα νῆα,

280.          ἤ που ἐπ᾽ ἐσχατιῆς, ἦ καὶ σχεδόν, ὄφρα δαείω.᾽

281.          "ὣς φάτο πειράζων, ἐμὲ δ᾽ οὐ λάθεν εἰδότα πολλά,

282.          ἀλλά μιν ἄψορρον προσέφην δολίοις ἐπέεσσι·

283.          " ᾽νέα μέν μοι κατέαξε Ποσειδάων ἐνοσίχθων

284.          πρὸς πέτρῃσι βαλὼν ὑμῆς ἐπὶ πείρασι γαίης,

285.          ἄκρῃ προσπελάσας· ἄνεμος δ᾽ ἐκ πόντου ἔνεικεν·

286.          αὐτὰρ ἐγὼ σὺν τοῖσδε ὑπέκφυγον αἰπὺν ὄλεθρον.᾽

 


The Cyclops callously slaughters two of Odysseus’ men and eats them; Odysseus wonders what to do

287.          "ὣς ἐφάμην, ὁ δέ μ᾽ οὐδὲν ἀμείβετο νηλέι θυμῷ,

288.          ἀλλ᾽ ὅ γ᾽ ἀναΐξας ἑτάροις ἐπὶ χεῖρας ἴαλλε,

289.          σὺν δὲ δύω μάρψας ὥς τε σκύλακας ποτὶ γαίῃ

290.          κόπτ᾽· ἐκ δ᾽ ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν.

291.          τοὺς δὲ διὰ μελεϊστὶ ταμὼν ὡπλίσσατο δόρπον·

292.          ἤσθιε δ᾽ ὥς τε λέων ὀρεσίτροφος, οὐδ᾽ ἀπέλειπεν,

293.          ἔγκατά τε σάρκας τε καὶ ὀστέα μυελόεντα.

294.          ἡμεῖς δὲ κλαίοντες ἀνεσχέθομεν Διὶ χεῖρας,

295.          σχέτλια ἔργ᾽ ὁρόωντες, ἀμηχανίη δ᾽ ἔχε θυμόν.

296.          αὐτὰρ ἐπεὶ Κύκλωψ μεγάλην ἐμπλήσατο νηδὺν

297.          ἀνδρόμεα κρέ᾽ ἔδων καὶ ἐπ᾽ ἄκρητον γάλα πίνων,

298.          κεῖτ᾽ ἔντοσθ᾽ ἄντροιο τανυσσάμενος διὰ μήλων.

299.          τὸν μὲν ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμὸν

300.          ἆσσον ἰών, ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ,

301.          οὐτάμεναι πρὸς στῆθος, ὅθι φρένες ἧπαρ ἔχουσι,

302.          χείρ᾽ ἐπιμασσάμενος· ἕτερος δέ με θυμὸς ἔρυκεν.

303.          αὐτοῦ γάρ κε καὶ ἄμμες ἀπωλόμεθ᾽ αἰπὺν ὄλεθρον·

304.          οὐ γάρ κεν δυνάμεσθα θυράων ὑψηλάων

305.          χερσὶν ἀπώσασθαι λίθον ὄβριμον, ὃν προσέθηκεν.

306.          ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.

Next day the Cyclops kills and eats two more men. Odysseus makes a plan; he prepares a great stake, hides it and chooses four men to help him.

 

307.          "ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

308.          καὶ τότε πῦρ ἀνέκαιε καὶ ἤμελγε κλυτὰ μῆλα,

309.          πάντα κατὰ μοῖραν, καὶ ὑπ᾽ ἔμβρυον ἧκεν ἑκάστῃ.

310.          αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,

311.          σὺν δ᾽ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δεῖπνον.

312.          δειπνήσας δ᾽ ἄντρου ἐξήλασε πίονα μῆλα,

313.          ῥηιδίως ἀφελὼν θυρεὸν μέγαν· αὐτὰρ ἔπειτα

314.          ἂψ ἐπέθηχ᾽, ὡς εἴ τε φαρέτρῃ πῶμ᾽ ἐπιθείη.

315.          πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλα

316.          Κύκλωψ· αὐτὰρ ἐγὼ λιπόμην κακὰ βυσσοδομεύων,

317.          εἴ πως τισαίμην, δοίη δέ μοι εὖχος Ἀθήνη.

318.          "ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.

319.          Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ,

320.          χλωρὸν ἐλαΐνεον· τὸ μὲν ἔκταμεν, ὄφρα φοροίη

321.          αὐανθέν. τὸ μὲν ἄμμες ἐίσκομεν εἰσορόωντες

322.          ὅσσον θ᾽ ἱστὸν νηὸς ἐεικοσόροιο μελαίνης,

323.          φορτίδος εὐρείης, ἥ τ᾽ ἐκπεράᾳ μέγα λαῖτμα·

324.          τόσσον ἔην μῆκος, τόσσον πάχος εἰσοράασθαι.

325.          τοῦ μὲν ὅσον τ᾽ ὄργυιαν ἐγὼν ἀπέκοψα παραστὰς

326.          καὶ παρέθηχ᾽ ἑτάροισιν, ἀποξῦναι δ᾽ ἐκέλευσα·

327.          οἱ δ᾽ ὁμαλὸν ποίησαν· ἐγὼ δ᾽ ἐθόωσα παραστὰς

328.          ἄκρον, ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κηλέῳ.

329.          καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ,

330.          ἥ ῥα κατὰ σπείους κέχυτο μεγάλ᾽ ἤλιθα πολλή·

331.          αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάσθαι ἄνωγον,

332.          ὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείρας

333.          τρῖψαι ἐν ὀφθαλμῷ, ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνοι.

334.          οἱ δ᾽ ἔλαχον τοὺς ἄν κε καὶ ἤθελον αὐτὸς ἑλέσθαι,

335.          τέσσαρες, αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέγμην.

 


 

The Cyclops returns in the evening and kills two more men. Odysseus offers him some wine

 

 

 

336.          ἑσπέριος δ᾽ ἦλθεν καλλίτριχα μῆλα νομεύων.

337.          αὐτίκα δ᾽ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα

338.          πάντα μάλ᾽, οὐδέ τι λεῖπε βαθείης ἔκτοθεν αὐλῆς,

339.          ἤ τι ὀισάμενος, ἢ καὶ θεὸς ὣς ἐκέλευσεν.

340.          αὐτὰρ ἔπειτ᾽ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσ᾽ ἀείρας,

341.          ἑζόμενος δ᾽ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,

342.          πάντα κατὰ μοῖραν, καὶ ὑπ᾽ ἔμβρυον ἧκεν ἑκάστῃ.

343.          αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,

344.          σὺν δ᾽ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δόρπον.

345.          καὶ τότ᾽ ἐγὼ Κύκλωπα προσηύδων ἄγχι παραστάς,

346.          κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο·

347.          "Κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα,

348.          ὄφρ᾽ εἰδῇς οἷόν τι ποτὸν τόδε νηῦς ἐκεκεύθει

349.          ἡμετέρη. σοὶ δ᾽ αὖ λοιβὴν φέρον, εἴ μ᾽ ἐλεήσας

350.          οἴκαδε πέμψειας· σὺ δὲ μαίνεαι οὐκέτ᾽ ἀνεκτῶς.

351.          σχέτλιε, πῶς κέν τίς σε καὶ ὕστερον ἄλλος ἵκοιτο

352.          ἀνθρώπων πολέων, ἐπεὶ οὐ κατὰ μοῖραν ἔρεξας;"


 

The Cyclops likes the wine, drinks more and asks Odysseus his name. Odysseus says that his name is Noman

 

353.          "ὣς ἐφάμην, ὁ δ᾽ ἔδεκτο καὶ ἔκπιεν· ἥσατο δ᾽ αἰνῶς

354.          ἡδὺ ποτὸν πίνων καὶ μ᾽ ᾔτεε δεύτερον αὖτις·

355.          "᾽δός μοι ἔτι πρόφρων, καί μοι τεὸν οὔνομα εἰπὲ

356.          αὐτίκα νῦν, ἵνα τοι δῶ ξείνιον, ᾧ κε σὺ χαίρῃς·

357.          καὶ γὰρ Κυκλώπεσσι φέρει ζείδωρος ἄρουρα

358.          οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει·

359.          ἀλλὰ τόδ᾽ ἀμβροσίης καὶ νέκταρός ἐστιν ἀπορρώξ.᾽

360.          "ὣς φάτ᾽, ἀτάρ οἱ αὖτις ἐγὼ πόρον αἴθοπα οἶνον.

361.          τρὶς μὲν ἔδωκα φέρων, τρὶς δ᾽ ἔκπιεν ἀφραδίῃσιν.

362.          αὐτὰρ ἐπεὶ Κύκλωπα περὶ φρένας ἤλυθεν οἶνος,

363.          καὶ τότε δή μιν ἔπεσσι προσηύδων μειλιχίοισι·

364.          "Κύκλωψ, εἰρωτᾷς μ᾽ ὄνομα κλυτόν, αὐτὰρ ἐγώ τοι

365.          ἐξερέω· σὺ δέ μοι δὸς ξείνιον, ὥς περ ὑπέστης.

366.          Οὖτις ἐμοί γ᾽ ὄνομα· Οὖτιν δέ με κικλήσκουσι

367.          μήτηρ ἠδὲ πατὴρ ἠδ᾽ ἄλλοι πάντες ἑταῖροι.᾽

368.          "ὣς ἐφάμην, ὁ δέ μ᾽ αὐτίκ᾽ ἀμείβετο νηλέι θυμῷ·

369.          "Οὖτιν ἐγὼ πύματον ἔδομαι μετὰ οἷς ἑτάροισιν,

370.          τοὺς δ᾽ ἄλλους πρόσθεν· τὸ δέ τοι ξεινήιον ἔσται.


 

 

 

The Cyclops falls into a sordid, drunken sleep. Odysseus and his men prepare the stake.

 

 

371.          " καὶ ἀνακλινθεὶς πέσεν ὕπτιος, αὐτὰρ ἔπειτα

372.          κεῖτ᾽ ἀποδοχμώσας παχὺν αὐχένα, κὰδ δέ μιν ὕπνος

373.          ᾕρει πανδαμάτωρ· φάρυγος δ᾽ ἐξέσσυτο οἶνος

374.          ψωμοί τ᾽ ἀνδρόμεοι· ὁ δ᾽ ἐρεύγετο οἰνοβαρείων.

375.          καὶ τότ᾽ ἐγὼ τὸν μοχλὸν ὑπὸ σποδοῦ ἤλασα πολλῆς,

376.          ἧος θερμαίνοιτο· ἔπεσσι δὲ πάντας ἑταίρους

377.          θάρσυνον, μή τίς μοι ὑποδείσας ἀναδύη.

378.          ἀλλ᾽ ὅτε δὴ τάχ᾽ ὁ μοχλὸς ἐλάινος ἐν πυρὶ μέλλεν

379.          ἅψεσθαι, χλωρός περ ἐών, διεφαίνετο δ᾽ αἰνῶς,

380.          καὶ τότ᾽ ἐγὼν ἆσσον φέρον ἐκ πυρός, ἀμφὶ δ᾽ ἑταῖροι

381.          ἵσταντ᾽· αὐτὰρ θάρσος ἐνέπνευσεν μέγα δαίμων.

 


They drive it into the Cyclops’ eyes. He is mad with pain and calls to the neighbouring Cyclopes

 

382.          οἱ μὲν μοχλὸν ἑλόντες ἐλάινον, ὀξὺν ἐπ᾽ ἄκρῳ,

383.          ὀφθαλμῷ ἐνέρεισαν· ἐγὼ δ᾽ ἐφύπερθεν ἐρεισθεὶς

384.          δίνεον, ὡς ὅτε τις τρυπῷ δόρυ νήιον ἀνὴρ

385.          τρυπάνῳ, οἱ δέ τ᾽ ἔνερθεν ὑποσσείουσιν ἱμάντι

386.          ἁψάμενοι ἑκάτερθε, τὸ δὲ τρέχει ἐμμενὲς αἰεί.

387.          ὣς τοῦ ἐν ὀφθαλμῷ πυριήκεα μοχλὸν ἑλόντες

388.          δινέομεν, τὸν δ᾽ αἷμα περίρρεε θερμὸν ἐόντα.

389.          πάντα δέ οἱ βλέφαρ᾽ ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀυτμὴ

390.          γλήνης καιομένης, σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι.

391.          ὡς δ᾽ ὅτ᾽ ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνον

392.          εἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα

393.          φαρμάσσων· τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίν

394.          ὣς τοῦ σίζ᾽ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ.

395.          σμερδαλέον δὲ μέγ᾽ ᾤμωξεν, περὶ δ᾽ ἴαχε πέτρη,

396.          ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθ᾽· αὐτὰρ ὁ μοχλὸν

397.          ἐξέρυσ᾽ ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ.

398.          τὸν μὲν ἔπειτ᾽ ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων,

399.          αὐτὰρ ὁ Κύκλωπας μεγάλ᾽ ἤπυεν, οἵ ῥά μιν ἀμφὶς

400.          ᾤκεον ἐν σπήεσσι δι᾽ ἄκριας ἠνεμοέσσας.